Oμολογία Πίστεως Γνησίου Oρθοδόξου Χριστιανού (2016)

Print Friendly, PDF & Email

Nicefor.Info




Μέρος Πρῶτον

α. Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.

Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ Οὗ τὰ πάντα ἐγένετο· Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα· σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα· καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς· καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός· καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς· Οὗ τῆς Βασιλείας οὐκ ἔσται τέλος.

Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν.

Εἰς μίαν Ἁγίαν Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν.

Ὁμολογῶ ἓν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.

Προσδοκῶ ἀνάστασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.

β. Πρὸς δὲ τούτοις, στέργω καὶ ἀποδέχομαι τὰς Ἁγίας Ἑπτὰ Οἰκουμενικὰς Συνόδους, καὶ τὰς Τοπικάς, ἃς Ἐκεῖναι ἀποδεξάμεναι ἐκύρωσαν, ἐπὶ φυλακῇ τῶν Ὀρθοδόξων τῆς Ἐκκλησίας Δογμάτων ἀθροισθεῖσαι.

γ. Ἐνστερνίζομαι πάντας τοὺς ὑπὸ τῶν Ἁγίων Πατέρων, ὡς ὑπὸ φωτιστικῆς Χάριτος τοῦ Παναγίου Πνεύματος ὁδηγουμένων, ἐκτεθέντας ῞Ορους τῆς Ὀρθῆς Πίστεως, ὡς καὶ τοὺς Ἱεροὺς Κανόνας, οὓς οἱ μακάριοι Ἐκεῖνοι πρὸς τὴν τῆς Ἁγίας τοῦ Χριστοῦ Ἐκκλησίας διακόσμησιν καὶ τῶν ἠθῶν εὐταξίαν, κατὰ τὰς Ἀποστολικὰς Παραδόσεις καὶ τὴν διάνοιαν τῆς Εὐαγγελικῆς Θείας Διδασκαλίας συντάξαντες, παρέδωκαν τῇ Ἐκκλησίᾳ.

δ. Πάντα μὲν ὅσα ἡ Μία, Ἁγία, Καθολικὴ καὶ Ἀποστολικὴ Ἐκκλησία τῶν Ὀρθοδόξων πρεσβεύουσα δογματίζει, ταῦτα πρεσβεύω κἀγὼ καὶ πιστεύω, μηδὲν προστιθείς, μηδὲν ἀφαιρῶν, μηδὲν μεταβάλλων, μήτε τῶν Δογμάτων μήτε τῶν Παραδόσεων, ἀλλὰ τούτοις ἐμμένων καὶ ταῦτα μετὰ φόβου Θεοῦ καὶ ἀγαθῆς συνειδήσεως ἀποδεχόμενος· πάντα δὲ ὅσα Ἐκείνη, κατακρίνουσα ὡς ἑτεροδιδασκαλίας ἀποδοκιμάζει, ταῦτα κἀγὼ κατακρίνω καὶ ἀποδοκιμάζω διὰ παντός.

ε. Πείθομαι προθύμως ἐν τοῖς Ἐκκλησιαστικοῖς καὶ τῇ Ἱερᾷ Συνόδῳ, ὡς τῇ Ἀνωτάτῃ Ἀρχῇ τῆς Γνησίας Ὀρθοδόξου Ἐκκλησίας ἐν Ἑλλάδι, ἀποτελούσης τὴν συνέχειαν τῆς Μιᾶς, Ἁγίας Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας ἐν Ἑλλάδι, καὶ τοῖς ὑπ’ Αὐτὴν κανονικοῖς Ἐπισκόποις καὶ Πρεσβυτέροις, καὶ εὑρισκομένης ἐν κοινωνίᾳ Πίστεως καὶ Μυστηρίων μετὰ τῶν κατὰ τόπους ἁπανταχοῦ Γνησίων Ὀρθοδόξων Ἐκκλησιῶν.

Ϛ. Πιστεύω καὶ ὁμολογῶ, ὅτι ἡ Ὀρθοδόξος Πίστις οὔκ ἐστιν «ἐξ ἀνθρώπων», ἀλλὰ ἐξ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ, κηρυχθείσης ὑπὸ τῶν θείων Ἀποστόλων, βεβαιωθείσης ὑπὸ τῶν Ἁγίων Οἰκουμενικῶν Συνόδων, παραδοθείσης ὑπὸ τῶν σοφωτάτων Διδασκάλων τῆς Οἰκουμένης, κυρωθείσης δὲ τῷ αἵματι τῶν Ἁγίων Μαρτύρων.

ζ. Ἀποδέχομαι, σὺν ταῖς Ἀποφάσεσι τῶν Ἁγίων Ἑπτὰ Οἰκουμενικῶν Συνόδων, καὶ τὰς τοιαύτας τῆς Πρωτοδευτέρας Ἁγίας Συνόδου τῆς ἐν ἔτει 861ῳ· πρὸς δὲ τούτοις, ἀσπάζομαι ἀπαρεγκλίτως καὶ τὰς Ἀποφάσεις τῆς ὑπὸ τοῦ Ἁγίου Φωτίου συγκληθείσης Ἁγίας Συνόδου ἐν Κωνσταντινουπόλει ἐν ἔτει 879ῳ/880ῳ, ὡς καὶ τὸν Συνοδικὸν Τόμον τῆς ἐν Βλαχέρναις Ἁγίας Συνόδου ἐν Κωνσταντινουπόλει ἐν ἔτει 1351ῳ ἐπὶ Ἁγίου Γρηγορίου Παλαμᾶ καὶ Πατριάρχου Ἁγίου Καλλίστου Α’, πεποιθὼς ὅτι αἱ Σύνοδοι αὗται ἔχουσιν οἰκουμενικὴν καὶ καθολικὴν ἰσχὺν καὶ αὐθεντίαν ἐν τῇ Ὀρθοδόξῳ Ἐκκλησίᾳ.

η. Ἐπὶ δὲ τούτοις, στέργω καὶ πείθομαι εἰς τὰς Ἀποφάσεις τῶν Ἁγίων Πανορθοδόξων Συνόδων, συγκληθεισῶν ἐν ἔτεσι 1583ῳ, 1587ῳ καὶ 1593ῳ, αἵτινες ἀπέστερξαν καὶ κατεδίκασαν τὴν εἰσδοχὴν εἰς τὴν Ὀρθόδοξον Ἐκκλησίαν τοῦ λεγομένου Γρηγοριανοῦ-Φραγκικοῦ-Νέου Ἡμερολογίου, θεσπισθέντος ὑπὸ τοῦ πάπα Γρηγορίου ΙΓ’ ἐν ἔτει 1582ῳ.

θ. Ἐπὶ πλέον, ἀποδέχομαι καὶ ἀναγνωρίζω ὡς Οἰκουμενικὰ καὶ Καθολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Πίστεως τόν τε Πατριαρχικὸν Τόμον τοῦ 1756 περὶ τοὺ βαπτίσματος τῶν ἑτεροδόξων, καὶ τὸ Συνοδικὸν Σιγγίλιον τοῦ 1848 τῶν Ἁγιωτάτων Πατριαρχῶν τῆς Ἀνατολῆς, ὡς καὶ τὸ Συνοδικὸν Σιγγίλιον τοῦ 1872 ἐπὶ καταδίκῃ τοῦ Ἐθνοφυλετισμοῦ, ἐπίσης δὲ καὶ τὴν Συνοδικὴν Ἐγκύκλιον Ἐπιστολὴν τοῦ 1895, ἀποτελοῦσαν τὴν τελευταίαν Γνησίαν Ὀρθόδοξον Ἐκκλησιολογικὴν Διακήρυξιν τοῦ Πατριαρχείου Κωνσταντινουπόλεως, πρὸ τῆς εἰσόδου αὐτοῦ εἰς τὴν Οἰκουμενιστικὴν Ἀποστασίαν.

Μέρος Δεύτερον

α. Θεωρῶ τὸν Οἰκουμενισμόν ὡς συγκρητιστικὴν παναίρεσιν, τὴν δὲ συμμετοχὴν εἰς τὴν λεγομένην Οἰκουμενικὴν Κίνησιν, ἀρξαμένην εἰς τὰς ἀρχὰς τοῦ Κ’ αἰῶνος, ὡς ἄρνησιν τῆς γνησίας Καθολικότητος καὶ Μοναδικότητος τῆς Ὀρθοδόξου Ἐκκλησίας, πεποιθὼς ὅτι ὁ ἀποδεχόμενος καὶ συμμετέχων εἰς οἱανδήποτε αἵρεσιν εἶναι πεπτωκὼς περὶ τὴν Ἀλήθειαν τῆς Πίστεως καὶ τὴν Ἑνότητα τῆς Ἐκκλησίας, ἑπομένως δὲ ἀκοινώνητος τῇ Γνησίᾳ Ὀρθοδοξίᾳ, διότι «οἱ μὴ τῆς Ἀληθείας ὄντες, οὐδὲ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας εἰσὶ» (Ἅγιος Γρηγόριος Παλαμᾶς), ὡς στερούμενοι τῆς ἁγιαστικῆς καὶ θεοποιοῦ Χάριτος Αὐτῆς.

β. Ὡσαύτως, ἀπορρίπτω καὶ οὐδόλως ἀποδέχομαι τὸ ἐν ἔτει 1920ῳ Διάγγελμα τοῦ Πατριαρχείου Κωνσταντινουπόλεως «Πρὸς τὰς ἁπανταχοῦ Ἐκκλησίας τοῦ Χριστοῦ», ὡς περιέχον ἓν πλῆρες Σχέδιον πρὸς ἐφαρμογὴν ἐν τῇ πράξει τῆς αἱρέσεως τοῦ Οἰκουμενισμοῦ καὶ προβλέπον τὴν Ἡμερολογιακὴν-Ἑορτολογικὴν Μεταρρύθμισιν, προετοιμασθεῖσαν ὑπὸ τοῦ οὕτως ἀποκληθέντος Πανορθοδόξου Συνεδρίου τοῦ 1923 καὶ ἐφαρμοσθεῖσαν ἐν Ἑλλάδι ἐν ἔτει 1924ῳ, τοιουτοτρόπως δὲ παραβιάσασαν τὰς Ἀποφάσεις τῶν τριῶν Πανορθοδόξων Συνόδων τοῦ ΙΣΤ’ αἰῶνος.

γ. Ἐν συνεπείᾳ πρὸς τὰ ἀνωτέρω, θεωρῶ ἐπίσης ὡς πεπτωκότας περὶ τὴν Πίστιν τοὺς ἐξ Ὀρθοδόξων συμμετασχόντας εἰς τὴν ἵδρυσιν τοῦ «Παγκοσμίου Συμβουλίου τῶν Ἐκκλησιῶν» ἐν ἔτει 1948ῳ καὶ ἀποτελοῦντας ἔκτοτε ἐνεργὰ – ὀργανικὰ μέλη αὐτοῦ, καλλιεργοῦντας οὕτω τὸν λεγόμενον Διαχριστιανικὸν καὶ Διαθρησκειακὸν Οἰκουμενισμόν.

δ. Ἀρνοῦμαι καὶ δὲν ἀποδέχομαι τὰς λεγομένας Πανορθοδόξους Διασκέψεις (1961 κ.ἑ.), αἵτινες προετοίμασαν τὴν κατακριτέαν, ἄκυρον καὶ ἀνυπόστατον «ἄρσιν τῶν Ἀναθεμάτων Ἀνατολικῆς καὶ Δυτικῆς Ἐκκλησίας» ἐν ἔτει 1965ῳ, εἰσαγαγοῦσαν περαιτέρω καὶ τὴν ἄρσιν ἐν τῇ πράξει τῆς ἀκοινωνησίας ἐν τῇ προσευχῇ καὶ τοῖς μυστηρίοις μεταξὺ τῶν πολυειδῶν Οἰκουμενιστῶν, ἔκτοτε δὲ αὗται καλλιεργοῦσιν ἐν οἰκουμενιστικῇ προοπτικῇ τὸ ἔδαφος διὰ τὴν σύγκλησιν τῆς οὕτω καλουμένης Μεγάλης Πανορθοδόξου Συνόδου, πρὸς τελικὴν ἀποδοχήν, καθιέρωσιν καὶ δογματοποίησιν τῆς συγκρητιστικῆς αἱρέσεως τοῦ Οἰκουμενισμοῦ.

ε. Τέλος, ἀποδέχομαι τὰς Συνοδικὰς Ἀποφάσεις τῶν κατὰ τόπους Γνησίων Ὀρθοδόξων Ἐκκλησιῶν, καταδικασάσας τὸν συγκρητιστικὸν Οἰκουμενισμόν, ἤτοι τῆς Ρωσικῆς Διασπορᾶς (1983), τῆς Ἑλλάδος (1998) καὶ τῆς Ρουμανίας, θεωρῶν ταυτοχρόνως τοὺς συνυπογράφοντας οἰκουμενιστικὰς διακηρύξεις, ὡς καὶ τοὺς κοινωνοῦντας καθ’ οἱονδήποτε τρόπον μετ’ αὐτῶν –κληρικοὺς καὶ λαϊκούς– ἢ ἀποδεχομένους ἢ ἀνεχομένους ἢ ἀδιαφοροῦντας περὶ τὸ φρόνημα τῶν Οἰκουμενιστῶν Ποιμένων αὐτῶν, ὡς συμπεπτωκότας ἐκ τῆς Γνησίας Ὀρθοδόξου Ἐκκλησίας.

Κείμενον διαμορφωθὲν καὶ ἐγκριθὲν ὑπὸ τῆς Διορθοδόξου Συσκέψεως τῶν Γνησίων Ὀρθοδόξων Ἐκκλησιῶν (13/26.5.2016)

Print Friendly, PDF & Email

Nicefor.Info