ΕΥΧΗ ΕΠΙ ΤΗ ΠΑΡΟΥΣΗ ΘΛΙΨΕΙ ΚΑΙ ΔΟΚΙΜΑΣΙΑ

Print Friendly, PDF & Email

Nicefor.Info





 

Κύριε ὁ Θεὸς ἡμῶν, ἡ Ζωή, ἡ Βοήθεια καὶ ἡ Ἐλπὶς τῶν ἀπηλπισμένων, ὁ χορηγῶν ἴασιν τοῖς εἰς Σὲ ἐκ ψυχῆς καταφεύγουσιν, ὁ στηρίζων τοὺς ἀδυνάτους καὶ τοῖς ὀλιγοψύχοις παραμυθίαν διδούς, ὁ τοὺς ἐν θλίψεσιν ἐνισχύων καὶ ἰώμενος τοὺς ἐν ἀσθενείᾳ κατακειμένους, ἐπάκουσον τὰς ἱκεσίας καὶ δεήσεις τῶν δούλων Σου καὶ ἀπάλλαξον αὐτούς τε καὶ ἡμᾶς ἀπὸ τῆς ὀλεθρίου ἐπιβουλῆς τοῦ θανατηφόρου ἰοῦ, τοῦ καλουμένου κορωνοϊοῦ.

Ναί, Δέσποτα Παντοκράτορ, ἐπίβλεψον ἐξ ἁγίου Κατοικητηρίου Σου καὶ ἴδε καὶ ἐπίσκεψαι τὴν Ποίμνην σου, ῥυόμενος αὐτὴν ἐκ πάσης ἐπιβουλῆς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν τε καὶ λοιμῶν. Δέχου τὴν Μετάνοιαν ἡμῶν, τῶν ἐν ταπεινώσει καὶ κλαυθμῷ ἐπιρριπτομένων ἐν τῷ ἀχράντῳ πελάγει τῆς Σῆς ἀγαθότητος, καὶ συγχώρησον ἀφ’ ἡμῶν πᾶν ἁμάρτημα ἑκούσιόν τε καὶ ἀκούσιον, πᾶν πάθος καὶ πάντα πειρασμόν, διατηρῶν ἡμᾶς ἀπαρατρώτους ἐν τῇ Ὀρθοδόξῳ πίστει καὶ ἐν τῇ τρίβῳ τῶν θείων Ἐντολῶν Σου. Ἐξάλειψον τὸν διὰ τὰς ἁμαρτίας ἡμῶν ἐμφανισθέντα ἰὸν τοῦτον καὶ δώρησαι τοῖς ἐν ἀσθενείᾳ οὖσιν ἐξ αὐτοῦ τελείαν τὴν ἴασιν καὶ τὴν ἀπαλλαγήν.

Τοὺς ἐν κινδύνοις ὄντας ὑπὲρ τῆς αἰνέσεως τοῦ Κράτους τῆς δεσποτείας Σου, ἐν τοῖς ἱεροῖς καὶ ἁγίοις Ναοῖς καὶ εὐκτηρίοις οἴκοις Σου, διαφύλαξον ἀπὸ παντὸς κακοῦ, ἀπὸ πάσης ἐπηρείας τοῦ ἀντικειμένου καὶ ἀπὸ φθοροποιῶν ἀνθρώπων τε καὶ περιστάσεων. Τὸν πιστὸν λαόν Σου, τὸν ἐν θλίψει καὶ ἀνάγκῃ ὄντα, ἐνδυνάμωσον, φύλαξον, περιφρούρησον ἐκ πάσης ἀλγηδόνος ψυχῆς τε καὶ σώματος. Τὸν φόβον ἐκ τῶν ψυχῶν ἀποδίωξον καὶ τὴν ἀνδρείαν ἐν αὐταῖς ἐμφύτευσον. Τὴν Ἐκκλησίαν Σου στερέωσον, διαφυλάττων αὐτὴν ἀπὸ πάσης δεινῆς περιστάσεως καὶ κακώσεως. Τοὺς εὐσεβεῖς κραταίωσον, τὴν εἰρήνην ἐν τῷ κράτει ἡμῶν βράβευσον, τοὺς δὲ ἀσεβεῖς καὶ τὰς ἀνοσίους αὐτῶν βουλὰς διασκέδασον, ἵνα μὴ βλάψωσι τὸν κόσμον καὶ τὴν κτίσιν Σου.

Χάρισαι δὲ ἡμῖν, Δέσποτα καὶ Κύριε τῶν ἁπάντων, φωτισμὸν ψυχῆς καὶ βίου διόρθωσιν, ἵνα ἀπαλλαττώμενοι ἐκ τοῦ θανατηφόρου ἰοῦ καὶ πάντων τῶν ἐκ τούτου θλιβερῶν τε καὶ δεινῶν συμπτωμάτων, δοξάζωμεν ἅπαντες ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ τὸ πάντιμον καὶ μεγαλοπρεπὲς Ὄνομά Σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἡ Εὐχὴ αὕτη συνετάχθη καὶ ἐνεκρίθη ὑπὸ τῆς Ἱερᾶς ἡμῶν Συνόδου τῆς Ἐκκλησίας Γ.Ο.Χ. Ἑλλάδος (Νοέμβριος 2020) καὶ παρακαλοῦνται οἱ Ἱερεῖς ὅπως ἀναγινώσκουν αὐτὴν εἰς τὰς Ἱερὰς Ἀκολουθίας πρὸ τοῦ «Δι΄ εὐχῶν». Ἐπίσης, δύναται νὰ χρησιμοποιῆται καὶ ὑπὸ τῶν λαϊκῶν πιστῶν εἰς τὰς κατ΄ ἰδίαν προσευχάς των καθημερινῶς.

Print Friendly, PDF & Email

Nicefor.Info