ΤΟΜΟΣ ΣΥΝΟΔΙΚΟΣ
ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΣΥΝΟΔΟΥ
1484 μ.Χ.
(ΠΡΟΣ ΑΠΟΚΗΡΥΞΙΝ ΤΗΣ ΕΝΩΤΙΚΗΣ ΣΥΝΟΔΟΥ
ΦΕΡΑΡΡΑΣ – ΦΛΩΡΕΝΤΙΑΣ)
Ἡ ἁγία μεγάλη καὶ οἰκουμενικὴ αὕτη σύνοδος, ἡ ἐπινεύσει καὶ χάριτι θείᾳ καὶ συνδρομῇ τῶν μακαρίων καὶ ἁγιωτάτων πατριαρχῶν τῆς βασιλίδος τῶν πόλεων Κωνσταντίνου συναθροισθεῖσα ἐν τῷ θείῳ καὶ πανσέπτῳ ναῷ τῆς ὑπεραγίας Θεοτόκου τῆς Παμμακαρίστου, τοῦ τε ἀοιδίμου ἐκείνου, τοῦ ἤδη προαποιχομένου, κυροῦ Μαξίμου καὶ τοῦ νῦν τοὺς οἴακας τῆς καθολικῆς Ἐκκλησίας ἰθύνοντος κυροῦ Συμεών, ὥρισε τὰ ὑποτεταγμένα:
Πιστεύομεν εἰς ἕνα Θεόν, πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων καὶ εἰς ἕνα Κύριον, Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρὶ δι’ οὗ τὰ πάντα ἐγένετο, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα, σταυρωθέντα τὲ ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφὰς καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ πατρός, καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν ὁμολογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν, προσδοκῶμεν ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Ἤρκει μὲν οὖν εἰς ἐντελῆ τῆς εὐσεβείας ἐπίγνωσίν τε καὶ σύστασιν τὸ σεπτὸν τοῦτο καὶ ἅγιον τῆς πίστεως σύμβολον ἀμετακινήτως οὕτω κείμενον· περί τε γὰρ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐκδιδάσκει τὸ τέλειον καὶ τὴν ἔνσαρκον τοῦ Θεοῦ λόγου οἰκονομίαν ἐναργῶς παρίστησιν καὶ οὐκ ἔδει τινὰ πρὸς τοσαύτην ἀναίδειαν ἀφικέσθαι καὶ τόλμην, ὥστε προθεῖναι τι ἢ ἀφελεῖν ἐξ αὐτοῦ. Ἀλλ’ ἐπεὶ οὐδέποτε ὁ τῆς κακίας εὑρετὴς καὶ τοῦ ἀνθρωπίνου γένους ἀρχῆθεν πολέμιος, ἀεὶ καὶ ὡς ἡμέραι καινὰ ἐφευρίσκων καὶ κατὰ τῆς εὐσεβείας νεανιενόμενος, ἐπείπερ ἀείποτε τὰ ἑαυτοῦ βουλεύματα ἑώρα, τῶν κατὰ καιροὺς τῶν ἐκκλησιῶν ἱερῶν μυστηπόλων στρατευομένων κατὰ τῶν ἐπινοιῶν αὐτοῦ καὶ θείᾳ ἰσχύι τὰς μηχανὰς αὐτοῦ, ὅσας ἐπονηρεύετο κατὰ τῶν ἁγίων, συνοδικῶς καθελόντων, ἔγνωκε δεῖν εἶναι καὶ τὴν ὑστάτην τούτην βλασφημίαν τῷ τῶν Ἰταλῶν γένει ἐνθεῖναι καὶ δι’ αὐτοῦ ἀπερισκέπτως καὶ λίαν ἐπισφαλῶς ἐξερεύξασθαι, ὅτι τὸ πανάγιον πνεῦμα, τὸ ὁμοούσιον καὶ ὁμότιμον πατρὶ καὶ υἱῷ καὶ συναΐδιον, ἐκπορεύεται καὶ ἐκ τοῦ υἱοῦ καὶ τὴν ὑπαρξιν ἐξ αὐτοῦ ἔχει, ὥσπερ ἀμέλει καὶ ἐκ τοῦ πατρός, κατὰ τὴν ἄῤῥητον ἐκείνην καὶ ἄναρχον πρόοδον, καὶ προσθήκην ἐν τῷ συμβόλῳ ποιῆσαι. Ὡς ἐκ τούτου πολλὰ καὶ βλάσφημα ἕπεσθαι τῇ θέσει ταύτῃ καὶ δύο συνάγεσθαι ἐν τῇ ἁγίᾳ τριάδι εἶναι τοῦ πνεύματος ἀρχάς, καὶ σμικρύνειν ἐντεῦθεν τὴν ἀξίαν τούτου καὶ αὐθεντίαν· καὶ οὐκ ὀλίγας ἐν τούτῳ τῷ κεφαλαίῳ τῶν προοιχομένων αἱρέσεων ἀναζῆν ἄρχεσθαι αὖθις, τῶν τε οἰκουμενικῶν συνόδων ἐν τούτῳ τῷ μέρει ἀκυροῦσθαι τὰς ἀποφάσεις ἐκ πατρὸς δογματισάντων ἁπασῶν τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, μᾶλλον δὲ πρὸ αὐτῶν, τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀθετεῖσθαι θεολογίαν εἰρηκότος· ὅταν ἔλθῃ ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Ἀλλ’ οὐδὲ τὸ περὶ τούτου ὑπὸ τῶν πρὸ ἡμῶν μακαρίων πατέρων ἐάθη ἀνερεύνητον ἢ ἀθεράπευτον.
Ὅθεν καὶ συνόδου ἐδέησεν οἰκουμενικῆς, ἥτις δὴ ἐπὶ τοῦ μακαρίου Φωτίου, τοῦ τῆς Κωνσταντινουπόλεως προέδρου, ἐν τῇ τῶν πόλεων βασιλίδι συστᾶσα, τοὺς τὸ προσκυνητὸν καὶ πανάγιον πνεῦμα καὶ ἐκ τοῦ υἱοῦ τὴν ὕπαρξιν αὐτὸ ἔχειν φληναφοῦντας καὶ προσθησομένους λέξιν τυχὸν ἐν τῷ συμβόλῳ, τῷ αἰωνίῳ καθυπέβαλεν ἀναθέματι· καθὰ καὶ χρόνοις ὕστερον οὐκ ὀλίγοις, ἡ κατὰ τοῦ Βέκκου συναθροισθεῖσα μεγάλη σύνοδος τὰ ὅμοια κατὰ τῶν τοιούτων ἀπεφήνατο. Ἀλλ’ οὐδ’ οὕτως ἔγνωκεν ἐφησυχάσαι ὁ τῆς κακίας ἐφευρετής, ἀλλὰ διὰ προσχήματος οἰκουμενικῆς δῆθεν συνόδου, ἥτις ἐν Φλωρεντίᾳ, οὐ πρὸ πολλοῦ, τῆς Ἰταλίας συνέστη, αὖθις τὴν εἰρημένην καὶ προαποιχομένην αἵρεσιν καὶ ἄλλ’ ἄττα ἀλλόκοτα ἀνανεώσασθαι οὐκ ἠμέλησεν. Ὅθεν ἔκτοτε ἐς δεῦρο λοιπόν, τῆς ἐκκλησίας οὕτω ταραττομένης καὶ κυμαινόμενης διὰ τὸ παραδέξασθαι πολλοὺς καὶ τῶν ἡμετέρων τῆς ἐκκλησίας τροφήμων τὰς τοιαύτας αἱρέσεις καὶ σπουδάζειν ἀπεναντίας τοῦ θείου θελήματος ταύτας κατέχειν, ἡ ἁγία αὕτη καὶ οἰκουμενικὴ τῶν ἀρχιερέων καὶ πατριαρχῶν σύνοδος διὰ τοῦ παρόντος αὐτῆς ὅρου ἔγνωκε δεῖν τὰ κακῶς τε καὶ ἀπερισκέπτως ἐν τῇ Φλωρεντίᾳ συνοδικῶς πραχθέντα καὶ δογματισθέντα, ὡς δόγματα νόθα καὶ τῆς καθολικῆς ἐκκλησίας ἀλλότρια, ταῦτα καταστρέψαι καὶ τὸ κατ’ αὐτὴν ἀφανείᾳ παραπέμψαι καὶ τὴν τοῦ Χριστοῦ ἐκκλησίαν ταῖς οἰκουμενικαῖς ὁμονοῆσαι συνόδοις καὶ ἑνῶσαι ταύτην ἐκείναις καλῶς. Διὸ δὴ καὶ ψυχῇ καὶ διανοίᾳ πιστεύομεν καὶ γλώττῃ κηρύττομεν καὶ ὁμολογοῦμεν, ὅτι τὸ παντοδύναμον καὶ ἅγιον πνεῦμα κατὰ τὴν ἄῤῥητον ἐκείνην καὶ ἀΐδιον πρόοδον κατὰ τὴν τοῦ Κυρίου φωνὴν ἐκπορεύεται ἐκ τοῦ Θεοῦ καὶ πατρὸς δηλονότι ἐκ μόνης τῆς πατρικῆς κατ’ οὐσίαν αὐτοῦ ὑποστάσεως, μηδὲν ὅλως τοῦ υἱοῦ συμβαλομένου ἢ μεσιτεύοντος πρὸς τὴν τοῦ πνεύματος ἐκπόρευσιν, ἵνα μὴ δύο τὰ αἴτια ἐν τῇ τριάδι νοοῖτο καὶ δύο ἀρχαὶ ἐν τῇ ἀκτίστῳ θεότητι, ἐπεὶ ὑποστάσεως ἴδιον, ἀλλ’ οὐκ οὐσίας, τὸ γεννᾶν τε καὶ προβάλλειν, ἥ τις ἄρα μόνη ἐστὶν ἡ πατρική· ὅθεν καὶ μόνην πηγὴν καὶ αἰτίαν οἴδαμεν τῶν ἐξ αὐτοῦ, τὸν Θεὸν καὶ πατέρα, ἑπόμενοι καλῶς τῇ τοῦ Κυρίου θεολογίᾳ καὶ ταῖς ἀποφάσεσι τῶν ἱερῶν καὶ μεγάλων τῆς ἐκκλησίας θεολόγων, τῷ μὲν μακαρίῳ Διονυσίῳ τῷ Ἀρεοπαγίτῃ λέγοντι· «μόνη πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ πατήρ», καὶ τὸ «πῶς ἐκ τοῦ ἀΰλου καὶ ἀγαθοῦ καὶ ἀμεροῦς τὰ ἐγκάρδια τῆς ἀγαθότητος ἐξέφυ φῶτα», καὶ τῷ θεολόγῳ Γρηγορίω εἰρηκότι «κοινόν μὲν γὰρ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι τὸ μὴ γεγονέναι καὶ ἡ θεότης, υἱῷ δὲ καὶ ἁγίῳ πνεύματι τὸ ἐκ τοῦ πατρός»· καὶ Γρηγορίῳ τῶν Ὑσσαέων φάσκοντι· ἓν πρόσωπόν ἐστι καὶ τὸ αὐτὸ ἐξ οὗπερ ὁ υἱὸς γεννᾶται καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεται· καὶ πολλῶν ἑτέρων ἁγίων ἀποφάσεσιν εἰς τοῦτον συντεινούσαις τὸν νοῦν καὶ ἐν ταύτῃ τῇ δόξῃ τῆς εὐσεβείας μέχρι τέλους εὐχόμεθα διαμένειν ἀσάλευτοι. Τοὺς δὲ ἄλλως περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος φρονοῦντας ἢ καὶ κηρύττοντας ἤ, ὡς φαμέν, ἀπεναντίας τῇ ἀληθείᾳ δοξάζοντας καὶ κενοφωνοῦντας ἀποστρεφόμεθα ὡς αἱρετικοὺς καὶ τῷ ἀναθέματι καθυπάγομεν.
Ἔτι δὲ καὶ διὰ τοῦ παρόντος συνοδικοῦ τόμου καὶ τὴν ἐν Φλωρεντίᾳ συστᾶσαν ἀνατρέπομεν σύνοδον καὶ ἅπερ ὁ ἐκδοθεὶς ὑπ’ αὐτῆς ὅρος περιέχει κεφάλαια καὶ ἀργὴν καὶ ἀνενέργητον ἀποφαινόμεθα ἀπὸ τοῦδε ταύτην εἶναι, καὶ ὡς μηδὲ τὸ κατ’ ἀρχὰς ὅλως συστᾶσαν ἡγούμεθα καὶ ἔχομεν, ὡς ἀσύμφωνα δογματίσασαν καὶ πολέμια ταῖς πρὸ αὐτῆς ἁγίαις ὀκτὼ καὶ οἰκουμενικαῖς συνόδοις περί τε τοῦ ζητήματος τῆς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος καὶ τῶν λοιπῶν. Ἔτι δὲ καὶ τὴν δι’ ἀζύμων θυσίαν ἀποστρεφόμεθα καὶ τὰ λοιπά, ἅπερ ἐν τῇ Φλωρεντίᾳ ἐστέρχθη καὶ τῷ ἐκεῖ γενομένῳ ὅρῳ ἐμπεριέχεται, καθὼς προειρήκαμεν, συμφωνοῦντες ἐν ἅπασι δόγμασί τε καὶ ἔθεσι ἐκκλησίας, ἐγγράφοις τε καὶ ἀγράφοις, ταῖς προλεχθείσαις ἁγίαις καὶ οἰκουμενικαῖς συνόδοις. Καὶ εἰς αἰῶνα τὸν ἅπαντα τὰ δογματισθέντα ὑπ’ αὐτῶν καὶ παρ’ ἡμῶν ἐν τῷ παρόντι τόμῳ συμφώνως φυλάττεσθαι ἀπαραποίητα καὶ ἀσάλευτα καὶ βουλόμεθα καὶ εὐχόμεθα, σκέπῃ καὶ βοηθείᾳ τῆς ἁγίας καὶ ἀκτίστου καὶ ὁμοούσιου τριάδος, τοῦ ἑνὸς τῶν ὅλων δεσπότου τε καὶ Θεοῦ, ὅτι αὐτῷ πρέπει ἡ δόξα, τιμὴ καὶ ἡ μεγαλοπρέπεια εἰς τοὺς ἀτελευτήτους αἰῶνας. Ἀμήν.
Ὑπεγράφη ὁ παρὼν ἱερὸς τόμος καὶ ἐβεβαιώθη ὑπὸ τῶν τὴν ἁγίαν ταύτην καὶ οἰκουμενικὴν σύνοδον ἀναπληρούντων, ἐν ἔτει ςϠϞβ΄, ἰνδικτιῶνος β΄ ἐν τῷ πανσέπτῳ ναῷ Θεοτόκου τῆς Παμμακαρίστου.
† Συμεὼν ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπολεως, Νέας Ῥώμης καὶ οἰκουμενικὸς πατριάρχης.
† Ὁ ταπεινὸς μητροπολίτης Ἐφέσου καὶ πάσης Ἀσίας Δανιὴλ καὶ καθολικὸς τοποτηρητὴς τοῦ ἁγιωτάτου πάπα καὶ πατριάρχου Ἀλεξανδρείας κυροῦ Γρηγορίου τὰ ἄνωθεν βεβαιῶν ὁρίσας ὑπέγραψα.
† Ὁ ταπεινὸς μητροπολίτης Χαλκηδόνος Ἰωσὴφ καὶ καθολικὸς τοποτηρητὴς τοῦ ἁγιωτάτου θρόνου τῶν Ἱεροσολύμων, ἔχων καὶ τὴν γνώμην τοῦ Νικαίας, τοποτηρητοῦ ὄντος τοῦ ἁγιωτάτου θρόνου τῆς Ἀντιοχείας, τὰ ἄνωθεν βεβαιῶν ὁρίσας ὑπέγραψα.
† Ὁ ταπεινὸς μητροπολίτης Ἡρακλείας Κάλλιστος τὰ ἄνωθεν βεβαιῶν ὁρίσας ὑπέγραψα.
† Ὁ ταπεινὸς μητροπολίτης Θεσσαλονίκης καὶ τὸν τόπον ἐπέχων τοῦ Ἀγκύρας τὰ ἄνωθεν βεβαιῶν ὁρίσας ὑπέγραψα.
† Ὁ ταπεινὸς μητροπολίτης Ἀγχιάλου Νεόφυτος τἄνώθεν βεβαιῶν ὁρίσας ὑπέγραψα.
† Ὁ ταπεινὸς μητροπολίτης πρῴην Σουγδαίας τὰ ἄνωθεν βεβαιῶν ὁρίσας ὑπέγραψα Θεοφάνης.
† Ὁ ταπεινὸς μητροπολίτης Πισσιδίας Μητροφάνης τὰ ἄνωθεν γεγραμμένα βεβαιῶν ὁρίσας ὑπέγραψα.
† Ὁ ταπεινὸς μητροπολίτης Αἴνου Νήφων τὰ ἄνωθεν γεγραμμένα βεβαιῶν ὑπέγραψα.
† Ὁ ταπεινὸς μητροπολίτης Μιτηλήνης Μεθόδιος τὰ ἄνωθεν ὁρίσας βεβαιῶν ὑπέγραψα.
† Ὁ ταπεινὸς μητροπολίτης Γοτθίας Γρηγόριος τὰ ἀνωθεν βεβαιῶν ὁρίσας ὑπέγραψα.
† Ὁ ταπεινὸς μητροπολίτης Λακεδαιμονίας Γεράσιμος καὶ ἔξαρχος πάσης Πελοποννήσου καὶ τὸν τόπον ἐπέχων τοῦ Σίδης τὰ ἄνωθεν βεβαιῶν ὁρίσας ὑπέγραψα.
† Ὁ ταπεινὸς μητροπολίτης Βάρνης Κάλλιστος τὰ ἄνωθεν βεβαιῶν ὁρίσας ὑπέγραψα.
† Ὁ ταπεινὸς μητροπολίτης Μηδείας Νεόφυτος τὰ ἄνωθεν βεβαιῶν ὁρίσας ὑπέγραψα.
† Ὁ ταπεινὸς μητροπολίτης Μιθύμνης Ματθαῖος τὰ ἄνωθεν βεβαιῶν ὁρίσας ὑπέγραψα.
† Ὁ ταπεινὸς μητροπολίτης Συληβρίας Ἰωσὴφ τὰ ἄνωθεν βεβαιῶν ὁρίσας ὑπέγραψα.
† Ὁ ταπεινὸς μητροπολίτης Περιθεωρίου Ματθαῖος τὰ ἄνωθεν βεβαιῶν ὁρίσας ὑπέγραψα.
† Ὁ ταπεινὸς μητροπολίτης Πούρσης Θεόδουλος τὰ ἄνωθεν βεβαιῶν ὁρίσας ὑπέγραψα.
ΠΗΓΗ:
Μ. Παΐζη – Ἀποστολοπούλου καὶ Δ.Γ. Ἀποστολοπούλου,
Ἐπίσημα Κείμενα τοῦ Πατριαρχείου Κωνσταντινουπόλεως. Τὰ σωζόμενα ἀπὸ τὴν περίοδο 1454-1498,
ἔκδ. Ἐθνικό Ἵδρυμα Ἐρευνῶν, Ἀθήνα 2011, σ. 184-189.